Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.404 Joseph. AJ 14.409 (English) >>Joseph. AJ 14.413

14.407Ἡρώδης δʼ ἐνέκειτο παρακαλῶν τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν, Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν· προνοήσειν γὰρ αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως. 14.408καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτʼ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο· πλῆθος γὰρ ὅσον οὐδʼ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. 14.409οὐκ ἐλάνθανε δὲ ταῦτʼ Ἀντίγονον, ἀλλʼ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. 14.410οὐ μὴν Ἡρώδης τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων, πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών, Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων κειμηλίων ταῖς οἰκίαις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.404 Joseph. AJ 14.409 (English) >>Joseph. AJ 14.413

Powered by PhiloLogic